Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.322 Joseph. AJ 7.327 (English) >>Joseph. AJ 7.332

7.325ἄλλος γὰρ ἐπʼ ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετʼ ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδʼ εἰς κηδείαν ὑπολειπομένων, ἀλλʼ ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων· 7.326οἱ δʼ αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς ταφαῖς. ἀπώλοντο δʼ ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας ἀρίστου μυριάδες ἑπτά. 7.327ἐξέτεινε δὲ ἄγγελος τὴν χεῖρα καὶ ἐπὶ τὰ Ἱεροσόλυμα τὸ δεινὸν κἀκεῖσε πέμπων. δὲ βασιλεὺς σάκκον ἐνδεδυμένος ἔκειτο κατὰ τῆς γῆς ἱκετεύων τὸν θεὸν καὶ δεόμενος ἤδη λωφῆσαι καὶ τοῖς ἀπολωλόσιν ἀρκεσθέντα παύσασθαι· ἀναβλέψας δʼ εἰς τὸν ἀέρα βασιλεὺς καὶ θεασάμενος τὸν ἄγγελον διʼ αὐτοῦ φερόμενον ἐπὶ τὰ Ἱεροσόλυμα καὶ μάχαιραν ἐσπασμένον εἶπε πρὸς τὸν θεόν, 7.328ὡς αὐτὸς εἴη κολασθῆναι δίκαιος ποιμήν, τὰ δὲ ποίμνια σώζεσθαι μηδὲν ἁμαρτόντα, καὶ ἠντιβόλει τὴν ὀργὴν εἰς αὐτὸν καὶ τὴν γενεὰν αὐτοῦ πᾶσαν ἀποσκήπτειν, φείδεσθαι δὲ τοῦ λαοῦ. 7.329

Κατακούσας δὲ θεὸς τῆς ἱκεσίας ἔπαυσε τὸν λοιμόν, καὶ πέμψας Γάδον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ Ἰεβουσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίαν ἐπιτελέσαι. Δαυίδης δʼ ἀκούσας οὐκ ἠμέλησεν, ἀλλʼ εὐθὺς ἔσπευσεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ τόπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.322 Joseph. AJ 7.327 (English) >>Joseph. AJ 7.332

Powered by PhiloLogic